Wednesday 27 May 2015

Akathist Hymn to St. John the Baptist (Greek)

Οἶκοι εἰκοσιτέσσαρες
εἰς τὸν Μέγαν Βαπτιστὴν καὶ Πρόδρομον
τοῦ Σωτῆρος Ἅγιον Ἰωάννην

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας


Κοντάκιον. Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ως τοῦ Σωτῆρος Βαπτιστὴν καὶ θεῖον Πρόδρομον
Καὶ τῶν Ἁγίων πάντων πρόκριτον καὶ μείζονα
Ἀνυμνοῦμέν σε μακάριε Ἰωάννη.
Ἀλλ’ ὡς κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τῷ φωτὶ ἡμᾶς καταύγασον
Τοὺς βοῶντάς σοι, χαίροις μέγιστε Πρόδρομε.

Αγγελος ἐν τῷ κόσμῳ, ὡς βροτῶν πάντων μείζων, ἐδείχθης Βαπτιστὰ Ἰωάννη, (ἐκ γ’) καὶ παρέχεις ἅπασιν ἡμῖν, τὴν σὴν πλουσίαν ἐν πᾶσιν ἀντίληψιν· διὸ τὸ μεγαλεῖόν σου, θαυμάζοντες ἀναβοῶμεν·
χαῖρε δι’ οὗ ἡ Τριὰς μυεῖται
χαῖρε δι’ οὗ ὁ Σατὰν σοβεῖται
χαῖρε Ζαχαρίου χαρὰ ὑπερκόσμιος
χαῖρε Ἐλισάβετ βλαστὸς θεοδώρητος
χαῖρε ὕψος δυσαντίβλεπτον ἀρετῶν ὑπερφυῶν
χαῖρε βάθος πολυθρύλητον δωρημάτων θεϊκῶν
χαῖρε ὅτι ὑπάρχεις τῶν Ἁγίων ἀκρότης
χαῖρε ὅτι τυγχάνεις Προφητῶν ὡραιότης
χαῖρε Χριστοῦ Προφήτης καὶ Πρόδρομος
χαῖρε παθῶν ἁπάντων ἀνώτερος
χαῖρε δι’ οὗ ὁ Χριστὸς ἐβαπτίσθη
χαῖρε δι’ οὗ ὁ ἐχθρὸς ἐμισήθη
χαίροις μέγιστε Πρόδρομε.
Βλέψας ὁ Ζαχαρίας, Ἰωάννη Προφῆτα, θυμιῶν ἐν τῷ ναῷ Κυρίου, τὸν Ἄγγελον Θεοῦ Γαβριήλ, παρ’ αὐτοῦ τὴν σὴν γέννησιν μεμύηται· ἀλλ’ ἀπιστήσας τὸ πρότερον, εἶτα λαλήσας ἀνεβόα.
Ἀλληλούϊα.
Γεννηθεὶς ἐκ τῆς στείρας, Ἰωάννης ὁ πάνυ, ἔλυσε πατρὸς τὴν ἀφωνίαν, καὶ χαρᾶς πᾶσαν τὴν Ὀρεινήν, ἔπησεν ὡς τῶν κρειττόνων προάγγελος· διὸ σὺν τῷ Ζαχαρίᾳ τούτῳ ἅπαντες ἀνεβόων·
χαῖρε ἡ λύσις τῆς ἀφωνίας
χαῖρε ἡ λῆξις τῆς ἀθυμίας
χαῖρε τῶν μελλόντων καλῶν ὁ προάγγελος
χαῖρε χαρισμάτων τῶν θείων ἀνάπλεως
χαῖρε φοίνιξ ὁ ὑψίκομος χάριτος Προφητικῆς
χαῖρε ὅτι προῆλθες παραδόξως ἐκ στείρας
χαῖρε ὅτι προλάμπεις φῶς ζωῆς τῆς ἁγίας
χαῖρε βλαστὸς τῆς θείας χρηστότητος
χαῖρε κρατὴρ Θεοῦ ἀγαθότητος
χαῖρε Χριστοῦ προαγγέλλων τὸν τόκον
χαῖρε παθῶν διαλύων τὸν ζόφον
χαίροις μέγιστε Πρόδρομε.
Δύναμιν ἐν ἐρήμῳ, ἄνωθεν ἐνεδύσω, οἰκήσας ἐν αὐτῇ ἀπὸ βρέφους, ὡς πέφευγας μετὰ τῆς μητρός, τὴν τοῦ Ἡρώδου φρικτὴν βρεφοκτονίαν· διὸ καὶ πόθῳ ἔψαλλες, ὡς ἄγγελος Θεῷ Προφῆτα·
Ἀλληλούϊα
Ερημον κατοικήσας, ἀπὸ βρέφους Προφῆτα, ἰσάγγελος ἐν πᾶσιν ἐδείχθης, καὶ νόμου σφραγὶς καὶ Προφητῶν, καὶ ἀπαρχὴ τῆς νέας Χριστοῦ χάριτος· διὸ καθάπερ ἄγγελον, ὑμνοῦμέν σε πόθῳ βοῶντες·
χαῖρε τὸ θρέμμα τὸ τῆς ἐρήμου
χαῖρε ὁ φίλος ὁ τοῦ Κυρίου
χαῖρε Προφητῶν καὶ τοῦ νόμου ἐκσφράγισμα
χαῖρε δωρεῶν θεοσδότων θησαύρισμα
χαῖρε ἄγγελος ἐν σώματι ὡς Ἀγγέλων μιμητὴς
χαῖρε ἄσαρκος ἐν σκάμμασιν ὡς θεόφρων ἀσκητὴς
χαῖρε ὅτι Κυρίου προκηρύττεις τὴν χάριν
χαῖρε ὅτι κινδύνων κατευνάζεις τὴν ζάλιν
χαῖρε ἀστὴρ τῆς χάριτος μέγιστος
χαῖρε φωστὴρ τοῦ Πνεύματος ἔκλαμπρος
χαῖρε Θεοῦ μυστηρίων ἐπόπτα
χαῖρε κλεινέ Βαπτιστὰ καὶ θεόπτα
χαίροις μέγιστε Πρόδρομε.
Ζῶν ζωὴν τὴν ἁγίαν, ἐν ἐρήμῳ Προφῆτα, ἐξέβης τοὺς τῆς φύσεως ὅρους· ἀκρίδας γὰρ εἶχες ὡς τροφήν, καὶ μέλι ἄγριον στερρῶ φρονήματι· τῶ γλυκασμῷ τῷ θείῳ γάρ, ἐνετρύφας Θεῷ κραυγάζων·
Ἀλληλούϊα.
Ημφιεννυσο τρίχας, τῆς καμήλου Προφῆτα, καὶ ζώνην τὴν ὀσφὺν δερματίνην, καὶ πᾶσιν ἐκήρυττες βοῶν· Μετανοεῖτε, ὁ Χριστὸς γὰρ ἤγγικε, ζωὴν πᾶσι δωρούμενος· διό σοι πάντες ἐκβοῶμεν·
χαῖρε ὁ κήρυξ τῆς μετανοίας
χαῖρε ὁ ρύστης τῆς ἀπονοίας
χαῖρε τῶν Ἀγγέλων τὸν βίον μιμούμενος
χαῖρε τῶν μελλόντων τὴν γνῶσιν τυπούμενος
χαῖρε ρήτωρ μεγαλόφωνος βασιλείας οὐρανῶν
χαῖρε γλῶσσα θεοκίνητος ἀπορρήτων ἀγαθῶν
χαῖρε ὁ ἐν νηδύϊ τὸν Χριστὸν προσκυνήσας
χαῖρε ὁ τοῖς ἀνθρώποις τοῦτον καθυποδείξας
χαῖρε Χριστοῦ θεόπνευστον ὄργανον
χαῖρε ψυχῶν ἐκπλύνων τὸν βόρβορον
χαῖρε χρησμὸν δεδεγμένος θεόθεν
χαῖρε ἡμῶν προστατεύων ὑψόθεν
χαίροις μέγιστε Πρόδρομε.
Θεῖον ρῆμα ἐδέξω, ἐκ Θεοῦ ἐν ἐρήμῳ, καὶ ἐλήλυθας πᾶσι κηρύττων, βάπτισμα μετανοίας σοφέ, ἐν τῇ τοῦ Ἰορδάνου περιχώρῳ· καὶ πάντες σοι προσήρχοντο, καὶ ἐβαπτίζοντο βοῶντες·
Ἀλληλούϊα.
Ιησοῦν τὸν Σωτῆρα, τοῖς λαοῖς ἐν ἐρήμῳ, ὑπέδειξας Προφῆτα κραυγάζων· Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ τὰ τοῦ κόσμου αἴρων ἁμαρτήματα· διὸ τὸ ὑπεραῖρόν σου ἀξίωμα ὑμνοῦντες βοῶμεν·
χαῖρε ὁ ἄϋλος ἐν τῆ ὕλη
χαῖρε ὁ ἄσαρκος ἐν ἀσκήσει
χαῖρε μυστηρίων τῶν θείων διάκονε
χαῖρε μεντανοίας ἁγίας διδάσκαλε
χαῖρε ρεῖθρον διειδέστατον οἰκτιρμῶν τῶν θεϊκῶν
χαῖρε σκεῦος χρυσοκόλλητον ἀρετῶν ἀσκητικῶν
χαῖρε ὅτι κηρύττεις τοῖς λαοῖς σωτηρίαν
χαῖρε ὅτι παρέχεις ζωτικὴν χορηγίαν
χαῖρε Χριστοῦ κηρύξας τὴν σάρκωσιν
χαῖρε λαοῖς ἐκφήνας τὴν ἄφεσιν
χαῖρε φωτὸς οὐρανίου δοχεῖον
χαῖρε πολλῶν χαρισμάτων ταμεῖον
χαίροις μέγιστε Πρόδρομε.
Κήρυξ προαπεστάλης, ὡς φησὶν ὁ Προφήτης, ἐλεύσεως ἡμῖν τοῦ Σωτῆρος, ὃν καὶ βαπτίσας σωματικῶς, ἐν τοῖς τοῦ Ἰορδάνου θείοις νάμασιν, Ἰωάννη πολλῆς χάριτος, ἠξιώθης ἀνακράζων·
Ἀλληλούϊα.
Λάμπων τῇ πολιτείᾳ, ἠξιώθης βαπτίσαι, Χριστὸν ἐν Ἰορδάνοῃ Προφῆτα, καὶ φωῆς ἤκουσας Πατρικῆς, καὶ ὡς περιστερὰν Πνεῦμα τὸ Ἅγιον, ἐπ’ αὐτὸν ἑώρακας· διό σοι πάντες ἀναβοῶμεν·
χαῖρε θεάμων τῶν ἀθεάτων
χαῖρε ἐπόπτα ξένων πραγμάτων
χαῖρε ὁ βαπτίσας Χριστὸν ἐν τοῖς ὕδασι
χαῖρε ὁ φωτίσας ἡμᾶς θείοις ρήμασι
χαῖρε ὅτι φωνῆς ἤκουσας οὐρανόθεν Πατρικῆς
χαῖρε ὅτι κατηξίωσαι ὄψεως θαρχικῆς
χαῖρε ὁ κατοπτεύσας τὸ Πανάγιον Πνεῦμα
χαῖρε ὁ κατακλύσας τὸ ὀλέθριον ρεῦμα
χαῖρε ἰδὼν τὰ πᾶσιν ἀθέατα
χαῖρε ὁρῶν βροτοῖς τὰ ἀνέφικτα
χαῖρε Προφῆτα ὁ μείζων ἀπάντων
χαῖρε ἀνθρώπων ἀλγήματα παύων
χαίροις μέγιστε Πρόδρομε.
Μέγας ἐν τοῖς Ἁγίοις, ὡς ὑπέρτερος πάντων, βροτῶν ἐν γεννητοῖς Ἰωἀννη, ἐδείχθης, ὤ χαρίτων τῶν σῶν! τίς γὰρ ἄλλος ὀλβιώτερος πέφηνε, πλὴν σοῦ ὧ πανθαύμαστε; Χριστὸν γὰρ ἐβάπτισας κράζον·
Ἀλληλούϊα.
Νόμου προκινδυνεύων, ἤλεγχες Ἰωάννη, Ἡρώδου τὴν παράνομον πρᾶξιν, παρ’ οὗ ἐκτμηθεὶς τὴν κεφαλὴν, τοῖς ἐν Ἅδῃ κήρυξ Χριστοῦ καὶ προάγγελος, ἔδραμες αὐτὸν κηρύττων, ἐλευσόμενον τοῖς βοῶσι·
χαῖρε τὸ στόμα τῆς παρρησίας
χαῖρε τὸ ὄμμα τῆς συμπαθείας
χαῖρε ὁ ἐλέγξας Ἡρώδου τὴν ἄνοιαν
χαῖρε ὁ ἐκτίλας τῶν παθῶν τὴν ἄκανθαν
χαῖρε κήρυξ καὶ προάγγελος τοῖς ἐν Ἅδῃ τοῦ Χριστοῦ
χαῖρε ἄνθος εὐωδέστατον προσταγμάτων τοῦ Θεοῦ
χαῖρε ὅτι ξηραίνεις τὴν ἰλὺν ἁμαρτίας
χαῖρε ὅτι ἐκφαίνεις τὴν ἰσχὺν ἀπαθείας
χαῖρε πηγὴ ἰάσεις πηγάζουσα
χαῖρε λαμπὰς ἡμᾶς καταλάμπουσα
χαῖρε Χριστὸν κατιδὼν καὶ βαπτίσας
χαῖρε ἐχθροῦ τὴν ἀπάτην ἐκτρίψας
χαίροις μέγιστε Πρόδρομε.
Ξένος τῶν ἐν τῷ κόσμῳ· ἀνεδείχθης Προφῆτα, καὶ ὤφθης ὑπερκόσμιος ὄντως· τις γὰρ οὐκ ἐξίσταται ἐν σοί; τῆς γὰρ κορυφῆς ἥψω τοῦ Παντάνακτος· διὸ τὴν σὴν λαμπρότητα, ἀγάμενοι Χριστῷ βοῶμεν·
Ἀλληλούϊα.
Ολος λελαμπρυσμένος, ὅλος δεδοξασμένος, ὡς μέγας Βαπτιστὴς τοῦ Σωτῆρος, πέλων Ἰωάννη θαυμαστέ, ἐξιστᾷς ἅπαντας τοῖς μεγαλείοις σου, καὶ χάριν νέμεις ἄφθονον, τοῖς εὐλαβῶς σοι ἐκβοῶσι·
χαῖρε ὁ πάμφωτος ἑωσφόρος
χαῖρε ὁ ἄνωθεν σελασφόρος
χαῖρε ἐγκρατείας εἰκὼν θεοτύπωτος
χαῖρε ἀπαθείας λειμὼν θεοφύτευτος
χαῖρε ἥλιε πολύφωτε ἀρετῶν ἀσκητικῶν
χαῖρε ἄρουρα κατάκαρπε ψυχοτρόφων ἀγαθῶν
χαῖρε ὅτι ἐτμήθης παρ’ Ἡρώδου τὴν κάραν
χαῖρε ὅτι βραβεύεις τὴν γαλήνιον αὔραν
χαῖρε πιστῶν ἀτίνακτον ἔρεισμα
χαῖρε ἡμῶν χαρὰ καὶ ἑδραίωμα
χαῖρε παθῶν καταστέλλων τὴν ρύμην
χαῖρε ψυχῶν θεραπεύων τὴν λύμην.
χαίροις μέγιστε Πρόδρομε.
Πὸτον ἄσεμνον ἄγων, μετὰ τῶν μεγιστάνων, Ἡρώδης ἐπὶ τοῖς γενεθλίοις, ἀπέτεμε τὴν σὴν κεφαλήν, μὴ αἰδεσθείς σου τὸ αἰδέσιμον Πρόδρομε, ἡμεῖς δε σε γεραίροντες, τῇ Τριάδι πιστῶς βοῶμεν·
Ἀλληλούϊα.
Ρείθροις τῶν σῶν αἱμάτων, ἡ Χριστοῦ Ἐκκλησία, τὴν ἑαυτῆς βάψασα πορφύραν, δοξάζει τὸν νυμφίον Χριστόν, καὶ σὲ ὡς νυμφοστόλον θεοτίμητον, γεραίρει θεῖε Πρόδρομε, καὶ κατὰ χρέος ἐκβοᾷ σου·
χαῖρε ὁ οἶκος τοῦ Παρακλήτου
χαῖρε ὁ Πρόδρομος τοῦ Κυρίου
χαῖρε μυροθήκη ἁγνείας μυρίπνοος
χαῖρε εὐσεβείας λυχνία ἀείφωτος
χαῖρε φίλος οἰκειότατος τοῦ Παντάνακτος Χριστοῦ
χαῖρε στύλος ἀπερίτρεπτος τοῦ θεόφρονος λαοῦ
χαῖρε τοῦ Ἰορδάνου ἁγιάσας τὴν χὠραν
χαῖρε τοῦ σαρκωθέντος μεγαλύνας τὴν δόξαν
χαῖρε μορφὴ Ἀγγέλοις αἰδέσιμος
χαὶρε στερρὸς δαιμόνων ἀντίπαλος
χαῖρε Χριστοῦ τὴν χρηστότητα φαίνων
χαῖρε χαρὰν ἡμῖν ἄληκτον φέρων.
χαίροις μέγιστε Πρόδρομε.
Συστείλαντες τὸ θεῖον, καὶ πανάγιον σῶμα, τὸ σὸν οἱ ἱεροὶ μαθηταί σου, κατέθηκαν ἐν τάφῳ αὐτό, ὑμνοῦντες τὰ θεῖά σου προτερήματα, μεγαλώνυμε Πρόδρομε, καὶ τῷ Σωτῆρι ἀνεβοων·
Ἀλληλούϊα.
Τὴν ἁγίαν σου κάραν, ὡς ἁγίασμα θεῖον, καὶ Πνεύματος ἁγίαν ἑστίαν, φανεῖσαν ἐκ λαγόνων τῆς γῆς, περικυκλοῦντες πιστῶς προσπτυσσόμεθα, ἁγιασμὸν λαμβάνοντες, ἐξ αὐτῆς καὶ πιστῶς βοῶμεν·
χαῖρε Κυρίου ὁ παραστάτης
χαῖρε ὁ μέγας ἡμῶν προστάτης
χαῖρε τῶν Ἁγίων ἁπάντων ὑπέρτερος
χαῖρε τῶν Ὁσίων Πατέρων ὁ ὄρχαμος
χαῖρε ὅρος ἀληθέστατος παρθενίας εὐαγοῦς
χαῖρε λύρα θεοκίνητος κατευφραίνουσα πιστοὺς
χαῖρε ὅτι ἰθύνεις μετανοίας πρὸς τρίβον
χαῖρε ὅτι ξηραίνεις βορβορῶδες πᾶν ρεῖθρον
χαῖρε πιστῶν σεπτὸν ἀγαλλίαμα
χαῖρε ἡμῶν τὸ θεῖον ἐντρύφημα
χαῖρε σεμνῶν ἀσκητῶν ἀρχηγέτης
χαῖρε τῶν σῶν φοιτητῶν ποδηγέτης
χαίροις μέγιστε Πρόδρομε.
Υψηλὸν βίον ἔχων, ὡς ἐκ μητρὸς νηδύος, Ἰωάννη καθηγιασμένος, ἐξιστᾷς τῇ σῇ περιωπῇ, τοὺς καθορῶντάς σε οἶάπερ ἄγγελον, μετὰ σώματος βιοῦντα, καὶ πάντες Θεῷ ἀνεβόων·
Ἀλληλούϊα.
Φρίττουσι τῶν δαιμόνων, τὴν πλουσίαν σου χάριν, μεγαλώνυμε Προφῆτα τὰ στίφη, οἱ δὲ πιστοὶ χαίρουσιν εν σοί, τῆς θαυμαστῆς ἀρωγῆς σου τὰς χάριτας, καθ’ ἑκάστην καρπούμενοι, καὶ εὐλαβῶς σοι ἐκβοῶμεν·
χαὶρε ὁ μέγας ἐν προστασίαις
χαῖρε ὁ ρύστης ἐν ἀπορίαις
χαῖρε χαρισμάτων πλουσίων συμφόρημα
χαῖρε εὐσπλαγχνίας τῆς θείας ἀπόρροια
χαῖρε σάλπιγξ μεγαλόφωνος οἰκτιρμῶν τῶν θεϊκῶν
χαῖρε ὅρμος ἀκλυδώνιστος τῶν ἐν θλίψεσι ψυχῶν
χαῖρε ὅτι πηγάζεις γλυκασμὸν σωτηρίας
χαῖρε ὅτι σκεδάζεις τὴν ἀχλὺν ραθυμίας
χαῖρε γλυκὺς καὶ χάριτος ἔμπλεως
χαῖρε ἡμῶν ἀκοίμητος ἔφορος
χαῖρε δι’ οὗ ὁ Σατὰν κατοιμώζει
χαῖρε δι’ οὗ ὁ Σωτὴρ ἡμᾶς σώζει
χαίροις μέγιστε Πρόδρομε.
Χάριτος νέας κήρυξ, Πρόδρομε Ἰωάννη, χαρίτωσον ἡμῶν τὰς καρδίας· σὲ γὰρ προστάτην καὶ βοηθὸν, καὶ πρὸς τὸν Χριστὸν πρεσβευτὴν θερμότατον, κεκτήμεθα πανάγιε, καὶ σοὶ προσιόντες βοῶμεν·
Ἀλληλούϊα.
Ψάλλοντές σου τοὺς ὕμνους, Πρόδρομε Ἰωάννη, ὑμνοῦμέν σου τὸ μέγιστον κλέος· μέγας γὰρ ἐνώπιον Θεοῦ, ὡς ἔφη ὁ Ἄγγελος ἐχρημάτισας· διὸ ἐκ τῆς μεγίστης σου, χάριτος δίδου τοῖς βοῶσι·
χαῖρε ὁ μείζων πάντων Ἁγίων
χαῖρε Ἀγγέλων οὐδὲν ἐλάττων
χαῖρε Ἀποστόλων σεπτὸν ἀκροθίνιον
χαῖρε θλιβομένων ψυχῶν παραμύθιον
χαῖρε τεῖχος ἀκατάβλητον Ἐκκλησίας τοῦ Χριστοῦ
χαῖρε ξίφος τέμνον ἅπασαν τὴν μανίαν τοῦ ἐχθροῦ
χαῖρε Προφητομάρτυς Πρόδρομε Ἰωάννη
χαῖρε ὁ Χριστοκήρυξ Πνεύματος ἐν δυνάμει
χαῖρε λαμπτὴρ ψυχῆς μου καὶ ἥδυσμα
χαῖρε τρυφὴ νοός μου καὶ στήριγμα
χαῖρε δι’ οὗ σωτηρίαν ἐλπίζω
χαῖρε δι’ οὗ τὴν ζωήν μου ρυθμίζω
χαῖροις μέγιστε Πρόδρομε.
Ω Προφῆτα Κυρίου, μεγαλώνυμε κήρυξ, ὑπέρτερε Ἁγίων καὶ μείζων, (ἐκ γ’) δέξαι ἐκ χειλέων ρυπαρῶν, ὡς προσφορὰν καὶ εὐῶδες θυμίαμα, τὸ παρόν μου ἐφύμνιον, καὶ βοήθει μοι ἵνα κράζω·
Ἀλληλούϊα.

Καὶ αὖθις τὸ Κοντάκιον.
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Ως τοῦ Σωτῆρος Βαπτιστὴν καὶ θεῖον Πρόδρομον
Καὶ τῶν Ἁγίων πάντων πρόκριτον καὶ μείζονα
Ἀνυμνοῦμέν σε μακάριε Ἰωάννη.
Ἀλλ’ ὡς κήρυξ μετανοίας μεγαλόφωνος
Μετανοίας τῷ φωτὶ ἡμᾶς καταύγασον
Τοὺς βοῶντάς σοι, χαίροις μέγιστε Πρόδρομε.
Δίστιχον.
Μετάνοιαν δίδου μοι Πρόδρομε θεῖε
Γερασίμῳ πλέξαντι τους δε σοι Οἴκους.